Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.34 Joseph. AJ 2.39 (English) >>Joseph. AJ 2.43

2.37Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δʼ αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν. 2.38καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν. 2.39

Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν. 2.40 δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδʼ ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.34 Joseph. AJ 2.39 (English) >>Joseph. AJ 2.43

Powered by PhiloLogic